Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.196 Joseph. AJ 14.201 (English) >>Joseph. AJ 14.207

14.199

Γάιος Καῖσαρ αὐτοκράτωρ δικτάτωρ ὕπατος τιμῆς καὶ ἀρετῆς καὶ φιλανθρωπίας ἕνεκεν συνεχώρησεν ἐπὶ συμφέροντι καὶ τῇ συγκλήτῳ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων Ὑρκανὸν Ἀλεξάνδρου υἱὸν καὶ τέκνα αὐτοῦ ἀρχιερεῖς τε καὶ ἱερεῖς Ἱεροσολύμων καὶ τοῦ ἔθνους εἶναι ἐπὶ τοῖς δικαίοις, οἷς καὶ οἱ πρόγονοι αὐτῶν τὴν ἀρχιερωσύνην διακατέσχον. 14.200

Γάιος Καῖσαρ ὕπατος τὸ πέμπτον ἔκρινεν τούτους ἔχειν καὶ τειχίσαι τὴν Ἱεροσολυμιτῶν πόλιν, καὶ κατέχειν αὐτὴν Ὑρκανὸν Ἀλεξάνδρου ἀρχιερέα Ἰουδαίων καὶ ἐθνάρχην ὡς ἂν αὐτὸς προαιρῆται. 14.201ὅπως τε Ἰουδαίοις ἐν τῷ δευτέρῳ τῆς μισθώσεως ἔτει τῆς προσόδου κόρον ὑπεξέλωνται καὶ μήτε ἐργολαβῶσί τινες μήτε φόρους τοὺς αὐτοὺς τελῶσιν. 14.202

Γάιος Καῖσαρ αὐτοκράτωρ τὸ δεύτερον ἔστησεν κατʼ ἐνιαυτὸν ὅπως τελῶσιν ὑπὲρ τῆς Ἱεροσολυμιτῶν πόλεως Ἰόππης ὑπεξαιρουμένης χωρὶς τοῦ ἑβδόμου ἔτους, ὃν σαββατικὸν ἐνιαυτὸν προσαγορεύουσιν, ἐπεὶ ἐν αὐτῷ μήτε τὸν ἀπὸ τῶν δένδρων καρπὸν λαμβάνουσιν μήτε σπείρουσιν. 14.203καὶ ἵνα ἐν Σιδῶνι τῷ δευτέρῳ ἔτει τὸν φόρον ἀποδιδῶσιν τὸ τέταρτον τῶν σπειρομένων, πρὸς τούτοις ἔτι καὶ Ὑρκανῷ καὶ τοῖς τέκνοις αὐτοῦ τὰς δεκάτας τελῶσιν, ἃς ἐτέλουν καὶ τοῖς προγόνοις αὐτῶν. 14.204καὶ ὅπως μηδεὶς μήτε ἄρχων μήτε ἀντάρχων μήτε στρατηγὸς πρεσβευτὴς ἐν τοῖς ὅροις τῶν Ἰουδαίων ἀνιστὰς συμμαχίαν καὶ στρατιώτας ἐξῇ τούτῳ χρήματα εἰσπράττεσθαι εἰς παραχειμασίαν ἄλλῳ τινὶ ὀνόματι, ἀλλʼ εἶναι πανταχόθεν ἀνεπηρεάστους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.196 Joseph. AJ 14.201 (English) >>Joseph. AJ 14.207

Powered by PhiloLogic